Add parallel Print Page Options

40 [a]Ἐν δὲ τῷ [b]ὑποστρέφειν τὸν Ἰησοῦν ἀπεδέξατο αὐτὸν ὁ ὄχλος, ἦσαν γὰρ πάντες προσδοκῶντες αὐτόν. 41 καὶ ἰδοὺ ἦλθεν ἀνὴρ ᾧ ὄνομα Ἰάϊρος, καὶ [c]οὗτος ἄρχων τῆς συναγωγῆς ὑπῆρχεν, καὶ πεσὼν παρὰ τοὺς πόδας [d]τοῦ Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ, 42 ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα καὶ αὐτὴ ἀπέθνῃσκεν.

Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν. 43 καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις [e]ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν [f]ἀπ’ οὐδενὸς θεραπευθῆναι, 44 προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς. 45 καὶ εἶπεν ὁ Ἰησοῦς· Τίς ὁ ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν ὁ [g]Πέτρος· Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσίν σε καὶ [h]ἀποθλίβουσιν. 46 ὁ δὲ Ἰησοῦς εἶπεν· Ἥψατό μού τις, ἐγὼ γὰρ ἔγνων δύναμιν [i]ἐξεληλυθυῖαν ἀπ’ ἐμοῦ. 47 ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθεν τρέμουσα ἦλθεν καὶ προσπεσοῦσα αὐτῷ δι’ ἣν αἰτίαν ἥψατο αὐτοῦ [j]ἀπήγγειλεν ἐνώπιον παντὸς τοῦ λαοῦ καὶ ὡς ἰάθη παραχρῆμα. 48 ὁ δὲ εἶπεν αὐτῇ· [k]Θυγάτηρ, ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.

49 Ἔτι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου [l]λέγων ὅτι Τέθνηκεν ἡ θυγάτηρ σου, [m]μηκέτι σκύλλε τὸν διδάσκαλον. 50 ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη [n]αὐτῷ· Μὴ φοβοῦ, μόνον [o]πίστευσον, καὶ σωθήσεται. 51 ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν [p]τινα σὺν αὐτῷ εἰ μὴ Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα. 52 ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν. ὁ δὲ εἶπεν· Μὴ κλαίετε, [q]οὐ γὰρ ἀπέθανεν ἀλλὰ καθεύδει. 53 καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν. 54 αὐτὸς [r]δὲ κρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησεν λέγων· Ἡ παῖς, [s]ἔγειρε. 55 καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα, καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν. 56 καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς· ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:40 Ἐν δὲ WH Treg NIV ] Ἐγένετο δὲ ἐν RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:40 ὑποστρέφειν WH NIV ] ὑποστρέψαι Treg RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:41 οὗτος WH Treg NIV ] αὐτὸς RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:41 τοῦ Treg NIV RP ] – WH
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:43 ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον Treg RP NA ] – WH NIV
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:43 ἀπ᾽ WH Treg NIV ] ὑπ᾽ RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:45 Πέτρος WH NIV ] + καὶ οἱ σὺν αὐτῷ Treg; + καὶ οἱ μετ᾽ αὐτοῦ RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:45 ἀποθλίβουσιν WH NIV ] + καὶ λέγεις Τίς ὁ ἁψάμενός μου Treg RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:46 ἐξεληλυθυῖαν WH Treg NIV ] ἐξελθοῦσαν RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:47 ἀπήγγειλεν WH Treg NIV ] + αὐτῷ RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:48 Θυγάτηρ WH Treg NIV ] Θάρσει θύγατερ RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:49 λέγων WH NIV ] + αὐτῷ Treg RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:49 μηκέτι WH Treg NIV ] μὴ RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:50 αὐτῷ WH Treg NIV ] + λέγων RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:50 πίστευσον WH Treg NIV ] πίστευε RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:51 τινα σὺν αὐτῷ WH Treg NIV ] οὐδένα RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:52 οὐ γὰρ WH Treg NIV ] οὐκ RP
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:54 δὲ WH Treg NIV ] + ἐκβαλὼν ἔξω πάντας καὶ RP
  19. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:54 ἔγειρε WH Treg NIV ] ἔγειρου RP